Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.10η.2 | Hdt. 7.10θ.3 (English) | >>Hdt. 7.11.4 |
7.10θ.1
ἀλλʼ εἰ δὴ δεῖ γε πάντως ἐπὶ τοὺς ἄνδρας τούτους στρατεύεσθαι , φέρε , βασιλεὺς μὲν αὐτὸς ἐν ἤθεσι τοῖσι Περσέων μενέτω , ἡμέων δὲ ἀμφοτέρων παραβαλλομένων τὰ τέκνα , στρατηλάτεε αὐτὸς σὺ ἐπιλεξάμενός τε ἄνδρας τοὺς ἐθέλεις καὶ λαβὼν στρατιὴν ὁκόσην τινὰ βούλεαι .
7.10θ.2 καὶ ἢν μὲν τῇ σὺ λέγεις ἀναβαίνῃ βασιλέι τὰ πρήγματα , κτεινέσθων οἱ ἐμοὶ παῖδες , πρὸς δὲ αὐτοῖσι καὶ ἐγώ · ἢν δὲ τῇ ἐγὼ προλέγω , οἱ σοὶ ταῦτα πασχόντων , σὺν δέ σφι καὶ σύ , ἢν ἀπονοστήσῃς .
7.10θ.3 εἰ δὲ ταῦτα μὲν ὑποδύνειν οὐκ ἐθελήσεις , σὺ δὲ πάντως στράτευμα ἀνάξεις ἐπὶ τὴν Ἑλλάδα , ἀκούσεσθαί τινα φημὶ τῶν αὐτοῦ τῇδε ὑπολειπομένων Μαρδόνιον , μέγα τι κακὸν ἐξεργασάμενον Πέρσας , ὑπὸ κυνῶν τε καὶ ὀρνίθων διαφορεύμενον ἤ κου ἐν γῇ τῇ Ἀθηναίων ἢ σέ γε ἐν τῇ Λακεδαιμονίων , εἰ μὴ ἄρα καὶ πρότερον κατʼ ὁδόν , γνόντα ἐπʼ οἵους ἄνδρας ἀναγινώσκεις στρατεύεσθαι βασιλέα .”
ch. 11
7.11.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.10η.2 | Hdt. 7.10θ.3 (English) | >>Hdt. 7.11.4 |